VIII.
Ἐκ τοῦ ἐναντίου ὁ Ἄρης.
1ὅσι’ βλασφημίαις ἢ περὶ ὧν ἔλαχέ μοι τὴν δίκην χρή- σεται λόγοις. ὁ δ’ οὕτως αὐτὸ πάνυ πεποίηκεν ὥστε καὶ προσίστατο τὸ γιγνόμενον ὑμῖν, ᾐσθόμην γάρ. ἐγὼ δὲ οὐ ταὐτὸν ποιήσω πρὸς τοῦτον. ἄτοπον γάρ, εἰ ἃ μὴ καλῶς πεπρᾶχθαί φημι μιμήσομαι. ἀλλ’ ὅπερ ἐστὶ
καὶ δίκαιον καὶ θεῷ πρέπον, πειράσομαι δεῖξαι μηδὲν ἠδικηκότα ἐμαυτόν, καλῶς δὲ ἃ δέδρακα δράσαντα. περὶ δὲ τούτου, κἂν ᾖ μοι τι πικρὸν ἔξω τοῦ ἀγῶνος εἰπεῖν, φείσομαι.
ὢν ὁ τὴν δίκην μοι λαχὼν ἔοικεν οὐχ ὁρᾶν ἐχθροῦ τῷ τεθνεῶτι μᾶλλον ἢ πατρὸς ἔργον ποιῶν εἰς τὸ δι- καστήριον εἰσάγων τὴν τοῦ παιδὸς κακίαν. ἐν οἶς γὰρ ἔχω τὴν ἀπολογίαν, Ἁλιρροθίου ταῦτ’ ἔστι κατηγορία, ἃ οὔτ’ ἂν μὴ λέγειν δυναίμην | καὶ ἐμαυτὸν προ- 4 δοῦναι λέγοντός τε πᾶσα ἀνάγκη πονηρὸν ἐκεῖνον δο-
κεῖν. οὕτως ἀμείνων ἂν ἦν πατὴρ τὴν ἡσυχίαν ἄγων ἢ τῷ κήδεσθαι δοκεῖν τοιούτων αἴτιος αὐτῷ καθιστά- μενος.
διηγήσομαι, ὃ καὶ τὸν κατήγορον ἠξίουν πεποιηκέναι, νῦν δ’ οὐδὲν ἀδικεῖν ἡγεῖται ψευδόμενος καὶ ταῦτα ἐν θεοῖς δικασταῖς.
θύγατερ, ἀπόβλεπτος μὲν εἶ διὰ τὴν ὥραν καὶ πολλοὺς ἔξεις διὰ τοῦτο τοὺς ἐπιβουλεύσοντας, νίκησον δὲ κάλλει κάλλος τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος. κάλλος δὲ ψυχῆς ἐν παρθένῳ σωφρο- σύνη καὶ τὸ διατηρῆσαι τοῦτο ἀκριβῶς μέχρι
γάμων. ἐπῄνει ταῦτα καὶ ἐδέχετο καὶ πρὸς αὑτὴν πολλὰ τοιαῦτα διειλέχθαι πολλάκις ἀπεκρίνετο καὶ ἐσω- φρόνει.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.