ἑαυτοῦ διὰ τὴν ἐμὴν ἀπολώλεκε δεξιάν; ἐῶ τοὺς ἄλλους, ἀλλ’ αὐτὸς οὗτος Ἁλιρρόθιος διὰ τί μὴ πρὸ τῶν ἔργων ἀπέθανεν ὑπ’ ἐμοῦ, εἴπερ αὐτὸ τοῦτο ἔργον ἐστί μοι τό τινα ἀποσφάττειν; εἰ μὲν γὰρ φύσει τοι-
οὗτος ἐγώ, πάλαι με ἔδει φανῆναι τῇ φύσει χρώμενον · 2 3 4 εἰ δὲ νῦν ἠρξάμην, πῶς ἅπας ὁ χρόνος ἀκούει κάκως;
πολλάκις ἀναγκάζων τὰ ἐκείνου κακά. ἰδοὺ δὴ λέγω καὶ πάλιν ἀκουέτω· ἀπέκτεινα, ἀλλὰ βιαζόμενος. τὸν παῖδα οὐκ ἔχεις, οὐδ’ ἐγὼ τὴν παῖδα παρθένον. ὤφει- λον ἂν δίκην, εἰ μὴ ἀμυνόμενος ἀπεκτόνειν. νῦν δὲ δίκαιον ποιεῖ τὸν φόνον τὸ τετιμωρῆσθαι. ἤδη τις γῆν
τινα ἀποτεμνόμενον κωλύειν πειρώμενος ἀποκτείνας οὐκ ἔδοξεν ἀδικεῖν. ἕτερος ἕτερον νύκτωρ ἁπτόμενον τῶν αὑτοῦ διαφθείρας ἐπῃνέθη. καὶ λοιδορία πολλάκις ἔδειξε φόνον καὶ οὐδεὶς ἐμέμψατο.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.