καταψηφίσασθε· εἰ δ’ οὐδὲν μὲν ἂν τούτων ἐξελεγχθείη, Ἁλιρροθίου δὲ ἀμφότερα, καὶ ἃ δέδρακε καὶ ἃ πέπον- θεν, ἃ γὰρ οὐκ ἂν ἔπαθεν οὐκ ἀδικῶν, ταῦτα αὑτὸν ἔδρασεν ἠδικηκώς, τί μου διαβάλλεις τὸν τρόπον ὑπερ- βὰς τὸν ἀναγκάσαντα;
μοι καὶ ἄλλοι θεοί, ὥσπερ ἀμέλει καὶ ἡ Ἀθηνᾶ. καὶ ὅπουπερ ἂν συμπεσόντα στρατόπεδα μάχηται, χωροῦ- μεν ἐπὶ τὴν τούτων θέαν καὶ ταῖς ἀρεταῖς τῶν ἀρι- στευόντων τερπόμεθα, ἀλλ’ οὐκ εἰς τὰς πόλεις διὰ τοῦτο εἰσιόντες τοὺς προστυγχάνοντας σφάττομεν οὐδὲ
ἐπερχόμεθα τὴν γῆν τὴν μὲν εἰρήνην ἐξελαύνοντες, εἰς πολέμους δὲ καὶ ταραχὰς ἄκοντας τοὺς ἀνθρώπους ὠθοῦντες, ἀλλ’ ἔδοξε τῷ Διὶ καὶ τοῦτο βασιλεύεσθαι τὸ μέρος.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.