Ἕκτορος. ὁ γὰρ τὰ μὲν πολλὰ τειχήρης, τολμηρὸν δ’ ἡγούμενος παρακύψαι, μένων δ’ ὑπὸ τοῖς πύργοις, ὀρρωδῶν δὲ τὴν πρὸς ἐμὲ μάχην πλέον ἢ γυναῖκες 1 οὐκ ἀμφισβητήσιμόν | μοι τὴν νίκην πεποίηκεν. ἔστι δὲ πολλῷ μεῖζον εἰς δόξαν τοῦ μένοντα τὸν ἀντί-
πάλον κτεῖναι τὸ φεύγοντα δεῖξαι. τὸ μὲν γάρ ἐστιν ἀνδρείᾳ χρώμενον τῇ τύχῃ βλαβῆναι, τὸ δὲ μὴ συμμί- ξαι πρόφασιν οὐκ ἔχει πλὴν δειλίας. καὶ κτείνει μὲν πολλάκις τὸν ἀγαθὸν ὁ χείρων, φοβεῖ δὲ μόνος ὁ βελτίων. ὥστε εἰ τῆς τοῦ κρείττων ὑπειλῆφθαι δόξης 2 3 ἐπιθυμῶ, πάλαι τετύχηκα.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.