ἐκόλαζε τὸν ὑβρίσαντα καίτοι τῶν Ἑλλήνων πολλὰ καὶ φιλάνθρωπα πεποιηκότων εἰς τὸν Χρύσην. ἀλλ’ ὅμως, ἐπειδὴ τὸ ἐκείνους ἀναλοῦσθαι συμφορὰν ἔχον 1 2 εὕρισκεν Ἀγαμέμνονι, κοινῇ νόσῳ μετῄει τὸν ἄρχοντα. ποτέρου δὲ χρῄζουσι καὶ νῦν, ὦ πρὸς Δῖός; εἰ μὲν γὰρ σωτηρίας, ἔξεστιν αὐτοῖς μετὰ Μυρμιδόνων του- τωνὶ καταφρονεῖν Ἕκτορος· εἰ δὲ ὑπὲρ τῶν Ἀτρειδῶν
τρέμουσιν, οὔπω δέονται τῆς ἐμῆς ἐξόδου.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.