οὑν ὁ μὲν ἠσέλγαινεν, οἱ δὲ ἐπέτρεπον, καὶ ὁ μὲν ἀπεστέρει τοῦ γέρως, οἱ δὲ οὐκ ἐκώλυον. κοινὸν οὖν ἦν τὸ ἀδίκημα τοῦ τε τολμῶντος καὶ τῶν οὐκ ἐπεχόν- των, οὓς ἀξιοῖς ἐλεεῖν. μᾶλλον δ’ εἰς ἐκείνους τὸ πλέον ἔρχεται. ὁ γὰρ τῷ πονηρῷ δοὺς ἀδικεῖν παῦσαι παρὸν
μᾶλλον αὐτὸς εἴργασται τὸ πραχθέν. ἂν προδοσίαν αἰσθόμενος μὴ προαναστείλω, δίκην ὀφείλω τοῖς προ- δοθεῖσιν. ἂν φονεὺς ἐμοῦ συγχωροῦντος δράσῃ τὸ ἔργον, οὔκ εἰμι καθαρός. ἂν Ἀγαμέμνων ὑβρίζων μὴ λυπῇ τὸν στρατόν, ὑπ’ ἀμφοτέρων ἠδίκημαι.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.