κελεύειν κύριος τούτοις τε πάνθ’ ὑπηρετεῖν οὐκ ἀνάγκη; βουληθῆναί γε ἔδει καὶ οὐδὲν ἂν ὑβρί- σμην. εἰ γάρ, ἡνίκα τὴν ἀφαίρεσιν ἠπείλει, τὴν ἀπό- στασιν παρὰ τῶν ἐθνῶν ἀντήκουσε, σώφρων ἂν ἐγένετο τῷ φόβῳ. νῦν δ’ ἐγὼ μὲν ἠτιμαζόμην, οἱ δὲ
ἐσιώπων. καὶ τὸν μὲν Χρύσην ἐκέλευον αἰδεῖσθαι καλῶς γε ποιοῦντες, ὑπὲρ ἡμῶν δὲ οὐ τὰς αὐτὰς ἀφῆ- καν φωνὰς οὐδ’ εἰ μηδὲν τῶν ἄλλων, αὐτὴν τὴν τῆς 1 2 3 ὕβρεως αἰτίαν ᾐσχύνθησαν. ἡ δὲ ἦν τὸ τῶν Ἑλλήνων κήδεσθαι. εἰ δ’, ὥσπερ τῶν ἄλλων ἕκαστος, μηδὲν ἐφρόντιζον, οὐκ ἄν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς, ὑβριζόμην οὐδὲ προὐπηλακιζόμην παντάπασιν.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.