ἐβούλοντο Μεθωναῖοι μετ’ ἀσφαλείας μᾶλλον τῶν ὄντων ἀπολαύειν ἢ κοινωνεῖν ἔργων μεγάλων. καὶ μέ- νουσιν οἴκοι Μεθωναῖοι καὶ Μενέλεως παρακαλῶν ἀπῆλθεν ἄπρακτος. ἤρεσκε τῷ Ταναγραίων ἄρχοντι μήτε λαμπρότητος μήτε κινδύνων μετέχειν καὶ τοὺς
Ταναγραίους ὥπλισεν ἐπ’ αὐτὸν τὸν καλοῦντα περιερ- γαζόμενον λαβών, καὶ εἰ μὴ σὺ παρὼν ἔτυχες, ἔκειτο ἂν ὁ τοῦ δεσπότου τῶν Ἑλλήνων ἀδελφός.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.