Μυκηναίους καὶ συγχωρῶ μηκέθ’ αὐτῶν εἶναι κυρίους, οὐ μὴν καὶ κατὰ | πάντων γε τὴν αὐτὴν κέκτηται 1 δυναστείαν, ἀλλὰ τὸ μὲν ἐκείνων ἐστὶ πατρικὴ βασιλεία, τὸ δὲ παρὰ τοῦ κοινοῦ τιμή τις ὑπὸ τοῦ πολέμου δοθεῖσα. ἥκομεν δὲ εἰς Τροίαν οὐ παραδώσοντες ἑτέρῳ
τὴν αὑτοῦ βασιλείαν ἕκαστος, ἀλλ’ εἰσὶ μὲν Βοιωτοῖς ἡγεμόνες, εἰσὶ δὲ Φωκεῦσιν, εἰσὶ δὲ Ἀργείοις, εἰσὶ δὲ 2 3 4 Λοκροῖς, Εὐβοεῦσιν, Ἀθηναίοις, Σαλαμινίοις, Κεφαλ- λῆσι, Κρησί, Πυλίοις, τῶν ἄλλων ἑκάστοις. εἰς τού- τους οὖν ὁρῶσι, καὶ παρὰ τούτων τοῖς ἑπομένοις τὰ παραγγέλματα, καὶ οὐ σκοποῦσιν Αἰτωλοί, τί δέδοκται
τοῖς Ἀτρέως, ἀλλ’ ὁ Θόας αὐτοῖς τοῦ τέ δεῖ ποιεῖν ὁριστής, ἐπεὶ καὶ τὴν στρατιὰν συνήγαγεν οὐχ ὁ φό- βος Ἀγαμέμνονος, ἀλλὰ τὸ δόξης ἐπιθυμεῖν.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.