ὑφήσεις τῆς ὀργῆς ὁρῶν κομίζοντα τῷ τραύματι φάρ- μακον. ἕτοιμον γὰρ ἅμα καὶ δίκαιον εἰπεῖν· ὦ κάκιστε ἀνδρῶν, τί γὰρ κατεσκεύαζες τῷ φαρμάκῳ τὴν χρείαν ἐξὸν ὅλως ἔχειν παρὰ σαυτῷ τὼ χεῖρε; τί δ’ ἀντὶ τοῦ μὴ πλῆξαι τὴν πληγὴν ἐπανορ-
θοῖς; εἶτα σὺ μὲν οὕτως, ἂν δ’ Ἀγαμέμνων εἴπῃ· λέλυται τὸ δεινόν, ἐπάνεισιν ἡ κόρη, προσδρα- μὼν ἐγὼ περιπτύξομαι τὸν ἄνδρα καθάπερ ὄντως οὐδὲν ἠδικημένος;
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.