μέμνονος. τοῦτ’ οὖν αὐτὸ τὸ παρ’ Ἀγαμέμνονος ἐπανή- κειν τίς λύσει μηχανή; ἴως δ’ ἂν ἀπὸ τῆς ἐκείνου σκηνῆς ἐξίῃ, μένει τὸ λυποῦν ἀνίατον. χωρὶς δὲ τού- των, οὐ τὸ σῶμα τῆς ἀνθρώπου τότ’ ἀφῃρεῖτο μόνον, ἀλλὰ καὶ προσῆν ὕβρις τοῖς πραττομένοις, μᾶλλον δέ,
ὅλον ὕβρις ἦν τὸ πρᾶγμα. ἡ μὲν οὖν ἄνθρωπος αὖθις ἔσται παρ’ ἡμῖν, τὸ δὲ μὴ πεπαρῳνῆσθαι πόθεν προσ- 1 έσται μοι; εἰ τοίνυν ὑπὲρ οὗ τὴν κόρην ἀπέσπα, τοῦτο οὐκ ἀναιρήσει, σώζεται τὸ ἀδίκημα, κἂν ἀποπέμπῃ 2 τὴν κόρην, ἡ ὕβρις μένει.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.