δὲ καταλόγων κενουμένων, ῥᾳθυμοῦντος δὲ τοῦ κρα- τοῦντος, σιωπῶντος δὲ σοῦ, σιωπῶντος δὲ Νέστορος, ὃν ἤγαγεν εἰς Τροίαν τὸ δοκεῖν δύνασθαι τὰ δέοντα 1 2 3 παραινεῖν; ἐᾶν ἴδει τὸ δεινὸν χωρεῖν καὶ μὴ ζητεῖν ὅπως στήσεται; καὶ τίς ἂν ἐμήνυσε τοῖς οἴκοι τὸν τρόπον τῆς τελευτῆς; οὐδὲ γὰρ ἄγγελον ἂν κατ’ ἔλιπεν ἡ νόσος. ἀλλ’ ἔδει σκοπεῖν εἴ τις ἴασις ἔσται καὶ φανῆναί τινα ὑπὲρ τῶν κοινῶν ἀτυχημάτων ἀχθόμενον.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.