τῶν συμβαινόντων καὶ τοῦ καθ’ αὑτὸν | ἕκαστος μόνου φροντίζων τῆς κοινῆς κατημέλει σωτηρίας, Ἀγα-
μέμνονα περιθεῖν ἄνω καὶ κάτω καὶ πρὸς τὰς σκηνὰς ἰόντα τῶν ἐν τέλει συγκαλεῖν, συνάγειν, δεῖσθαι, πάντα ποιεῖν ὥστε τὴν λύσιν εὑρεθῆναι τοῦ κακοῦ· νῦν δὲ ὥσπερ τῶν πολεμίων ἁπτόντων τοῖς νεκροῖς τὰς συνε- χεῖς πυρὰς καὶ συμφορὰς ἀκούων ἀλλοτρίας, οὐ τὰς
οἰκείας ὁρῶν οὐ λόγον εἶπεν, οὐ σύλλογον ἐποίησεν, οὐκ ἀνέστησε σύμβουλον, οὐκ ἤρετο μάντιν, ἀλλὰ τοὺς μὲν ἀφῆκεν ἀποθνήσκειν, αὑτῷ δὲ ἱκανὴν εὐδαιμονίαν ἔκρινεν, εἰ τρυφᾶν ἐξείη.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.