τοὺς ἄλλους ὑπερβάλλειν, ἀλλ’ ὁρῶν τοῖς μὲν Τρῶσίν ἐν τοῖς περιοίκοις τὴν ἰσχὺν οὖσαν τοῦ πολέμου καὶ τῇ τούτων εὐνοίᾳ μεγάλην ὑπάρχουσαν αὐτοῖς ὰπο- στροφὴν τάς τε νήσους τὰς ἐπικειμένας καὶ τῆς ἠπεί- ρου πόλεις οὐκ ὀλίγας, τὰ δὲ ἡμέτερα τῇ πενίᾳ πρὸς
ἀσθένειαν ἥκοντα, ταῦτα ἐνθυμηθεὶς Κύκνου μὲν ἤδη 1 2 3 4 5 πεπτωκότος, τῶν δὲ Τρώων εἰς τὸ τεῖχος κατακλει- σθέντων, ἀδείας δὲ οὔσης ἐνδιαιτᾶσθαι τῷ πεδίῳ νῦν μὲν πεζαῖς στρατιαῖς, νῦν δὲ ταῖς ναυσὶ χρώμενος περικόπτω τὴν τῶν ἐχθρῶν συμμαχίαν.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.