καὶ γὰρ τὰ τῶν τοξοτῶν καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων καὶ ὅλως ὅστις ὠφέληκέ τι τὸ κοινόν, πάντα ταῦτ’ ἐστὶ τοῦ δεῦρο κεκομικότος τὴν στρατιάν. εἰμὶ δὲ οὗτος ἐγὼ τῷ τὴν ἀφορμὴν ἐνδοῦναι. εἰ τοίνυν τῶν μὲν νῦν εἰργασμένων οὐδὲν ἂν ἐπέπρακτο μὴ τὴν ἀρχὴν
1 2 3 ἐλθόντων, τοῦτο δὲ οὐκ ἂν ὑπῆρξε μὴ τοῦ Τηλέφου τρω- θέντος, ἐτρώθη δὲ ὑφ’ ὅτουπερ ἴστε, τοῦ τὴν ὑπόθεσιν παρασχόντος καὶ τὰ ἔργα γίγνεται. παρ’ ἀμφοτέρων τοί- 4 νυν ὀφείλεταί μοι χάρις, | τῶν τε ἠριστευκότων
αὐτῶν καὶ τῶν δοκούντων ἐφεστάναι τοῖς πράγμασι, τῶν μὲν ἀντὶ τῆς ἀρετῆς ἣν ἐπεδείξαντο, τῶν δὲ ἀντὶ τῆς παρὰ πάντων ὠφελείας.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.