IV.
ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΠΡΟΣ ΤΟΥΣ ΤΡΩΑΣ ΥΠΕΡ ΤΗΣ ΕΛΕΝΗΣ. ΟΔΥΣΣΕΥΣ.
1τε εὑρέσεως τὸ πλῆθος καὶ τῆς δεινότητος τὴν ὑπερ- βολὴν καὶ τῶν περιόδων τοὺς κύκλους, οὐ μέντοι γε οὐδὲ ἀκμῆς ἀμοιρεῖ.
δεήσεσθαι λόγου πρὸς τὸ πάνθ’ ἃ προσῆκεν ἐθελῆσαι 2 3 4 5 6 7 8 9 10 11 12 ποιεῖν, ἀλλὰ τὴν τελευτὴν τῆς Μενέλεω δημηγορίας ἀρχὴν τῶν εἰς ἡμᾶς δικαίων ἔσεσθαι· ἐπειδὴ δὲ ὁρῶ τοὺς μὲν ὅλως τὴν ἡσυχίαν ἄγοντας ὧς ἂν οὔτε ἡμῶν κατεγνωκότας οὔτε Ἀλεξάνδρῳ προσκρούειν ἐθέλοντας, τοὺς δὲ θορύβου πολλοῦ τὴν ἐκκλησίαν πληρώσαντας,
τοὺς Ι δὲ καὶ διαρρήδην εἰπόντας ὅτι προσῆκεν 13 ἡμᾶς ἀποκτεῖναι λαβόντας, ἀνέστην τῷ βασιλεῖ τῶν Ἀχαιῶν συνερῶν ὅ τι ἂν δύνωμαι. καὶ γὰρ ἄτοπον ἔργῳ μὲν ὑπὲρ αὐτοῦ τοσοῦτον ὑπομεῖναι πόνον ὥστε μήτε πλοῦν μακρὸν μήτε τῶν οἰκείων ἀπόλειψιν μήτ’
ἄλλο μηδὲν ὑπολογίσασθαι πρὸς τὸ μὴ πάνθ’ ὑπουρ- γεῖν, τῆς δὲ βοηθείας εἰς λόγους ἡκούσης ἢ μηδὲν εἰπεῖν τὴν ἀρχὴν ἢ ῥᾳθυμότερον τῇ δημηγορίᾳ χρή- σασθαι.
ὑπάρχειν, ὅτι κἂν αἰκίσασθαι κἂν διαφθεῖραι κἂν ἄλλο τι τῶν ἀπειρημένων εἰς τοὺς πρέσβεις ὑμῖν ἐπέλθῃ τολμῆσαι, οὐ τοὺς παθόντας ἔσεσθε μᾶλλον ἢ ὑμᾶς αὐτοὺς ἐζημιωκότες. ὁ μὲν γὰρ ἀδίκως ἀποθανὼν ὑπ’ 14 15 16 οὐδενὸς ἂν πονηρὸς νομισθείη καὶ τοῦτ’ ἂν εἴη πε- πονθὼς ὅ μικρὸν ὕστερον αὐτόματον ἔπεισι, τοῖς δὲ ἀδίκως ἀπεκτονόσι καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώ- πους ὁ λόγος γίγνεται καὶ τὰ τῆς ἀδικίας εἰς ἅπαν τὸ
γένος.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.