ἄσιν ὡς ἂν ὑπ’ αὐτῆς ἀφαιρούμενος ἃ ἂν προαιρῆται κυρῶσαι· ἐπεὶ δὲ τὸ μὲν εἰπεῖν τῶν πρέσβεων, ἡ δὲ ὑπὲρ τοῦ παντὸς γνῶσις ἐν ὑμῖν, οὐδὲν ἂν δήπου βλάβος εἴη διὰ τέλους ἀκούσασι πρᾶξαι τὸ παριστά- μενον.
τινας ἦλθον πρεσβεύοντες τὸ μὴ τυχεῖν ὑπὲρ ὧν ἀφί- 2 3 4 κοντο τῶν ἐσχάτων ἀτυχημάτων εἶναι δοκεῖ, ἡμῖν δέ, ὡς ἔοικε, τό τε διαπράξασθαι περὶ ὧν ἀπεστάλμεθα τῶν ἡδίστων ἐστὶ καὶ τὸ διακενῆς ἀπελθεῖν οὐδὲν λυπηρόν. τὸ μὲν γὰρ πρότερον πραγμάτων ἡμᾶς ἀπαλ- λάττειν φαίνεται καὶ διατριβῆς, ἐν δὲ τῷ δευτέρῳ
μειζόνων ἔργων ἐλπὶς ὕπεστιν. ὡς οὖν ὑπὲρ ὑμῶν ὄντος μᾶλλον ἢ ἡμῶν τοῦ συλλόγου καὶ προσέχοντες ἀκούσατε καὶ τὴν ἐξέτασιν μὴ πρὸς τὸ ἥδιστον μᾶλλον ἢ τἀληθὲς ποιήσασθε.
γνώμην τὸ κοινὸν τῆς πόλεως ἦθος ἐξετάζοντες κακί- στους ἀπάντων ἀνθρώπων, δότε γὰρ εἰπεῖν μετ’ ἐξου- σίας, καὶ δυσσεβεστάτους ἐνομίζομεν καὶ πάντων ὠμο- τάτους βαρβάρων· νῦν δέ γε πεῖραν ὑμῶν καὶ τῶν ὑμετέρων νομίμων λαμβάνοντες καὶ συνηθείας καὶ
τάξεως καὶ τῶν ἄλλων οἷς γνωρίζεται πόλεως τρόπος τὴν μὲν κοινὴν ὑμῶν προαίρεσιν ἀγάμεθα, ἕνα δὲ γενέσθαι φαῦλον ἐν πόλει δεξιῶς ἐχούσῃ θαυμαστὸν οὐδὲν ἡγούμεθα, ἐπεὶ κἀν τοῖς Ἕλλησιν αὐτοῖς ἐν ταῖς 5 εὐνομουμέναις τῶν πόλεων εὕροις ἄν τινα τὸν αὑτοῦ βίον ἐναντίως τῷ κοινῷ καταστησάμενον σχήματι, διό- περ καὶ κολάζεται νόμῳ. ἀλλ’ οὐ τῶν πόλεων, οἶμαι, ταῦτα κατηγορήματα, τοῦ δὲ πεποιηκότος ἀδικήματα.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.