τὸ μὴ συμπράττειν εἰς ἃ μὴ προσῆκε τῇ γυναικί. οὐ γὰρ ἡ κοινωνία τῶν ἀδικημάτων ἐν τοῖς τοιούτοις ἐξαιρεῖται τὸν μετασχόντα τῆς μέμψεως, ἀλλ’ εἰς ταὐ- τὸν τίθησι τῷ παρακεκληκότι τὸν ὑπακούσαντα καὶ 1 τοσοῦτον | αὐτῷ νέμει τῶν αἰτιῶν ὅσον καὶ τῶν 2 3 4 ἔργων μέτεστιν. ὁ τοίνυν λόγος ὁ τοιοῦτος οὐ τοῦτον ποιεῖ καθαρὸν ἐγκλημάτων, ἀλλ’ ἐκείνῃ συνδιαβάλλει, οὐδὲ Ἀλέξανδρος μετριώτερος, εἰ καὶ τὸ γύναιον ἐν αἰτία.
μὴ αἰσχύνοιτο Μενέλεως Ἑλένην ἀπολαμβάνειν ἐπιχει- ρῶν ἐκεῖνο λέγω· ἡμῖν <μέν>, ὦ Τρῶες, μελήσει τῆς τέρας αὐτῶν δόξης, ὑμῖν δὲ τῆς ὑμετέρας αὐτῶν φρον- τιστέον. θαυμάζω δὲ εἰ ἡμῖν μὲν τὸ τὰ οἰκεῖα κομί- ζεσθαι ζητεῖν αἰσχρόν, ὑμῖν δὲ τὸ τῶν οὐ προσηκόν-
τῶν ἀμφισβητεῖν καλόν, καὶ Μενέλεως μὲν Ἑλένῃ συνοικῶν γέλωτα καὶ χλευασμὸν οἴσει, Ἀλέξανδρος δὲ κρείττων ἔσται κατηγορίας πάντα ἐκείνην ἡγούμενος.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.