Ἀλεξάνδρου καὶ τοῦτο ἀδίκημα. καὶ πολύ γε δεινότερον τὸ πεῖσαι γενέσθαι φαύλην τοῦ πρὸς ἀνάγκην καται- σχῦναι. ἡ μὲν γὰρ βιασθεῖσα τὸ μὲν σῶμα ὕβρισται, τὴν δὲ γνώμην οὐ διέφθαρται καὶ προσέτι μισεῖ τὸν τὴν ἀνάγκην ἐπενεγκόντα, ἡ δὲ πεισθεῖσα θαυμάζειν
1 2 ἃ φεύγειν ἄξιον συνεπείληπται τῶν ἀδικημάτων καὶ γέγονε κοινωνὸς πονηρίας καὶ οὐδ’ ἂν ἐπανόρθωσις εἴη τῷ πράγματι διεφθαρμένου τοῦ τρόπου. οὕτω κατ’ ἀμφότερα Ἀλέξανδρος ἄδικος καὶ ἐν θατέρῳ πονηρό-
τερος δείκνυται.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.