καὶ δίκαια καὶ αὐτῷ πεισθῆναι συμφέροντα· ὦ βασι- λεῦ, ἡμεῖς μὲν ἡμᾶς αὐτοὺς ἐνεδώκαμέν σοι καὶ τῶν ὅλων προὐβαλόμεθά <σε> πραγμάτων 1 2 ἐπὶ τῷ κακῶς ὑπὸ σοῦ παθεῖν, ἀλλ’ ἐπὶ τῷ κἂν εἴ τις ἕτερος τολμήσειε, σὲ διακωλύειν, οὐδ’ ἔνα πρὸς ἡδυπάθειαν ἀποχρήσῃ τῇ βασιλείᾳ, ἀλλ’ ἔνα τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐπιτεί-
νῃς τῇ προνοίᾳ· σὺ δὲ οὐκ εἰς καλὸν ἔοικας ἀπολαύειν τῶν δοθέντων σοι οὐδὲ τὰς ἐλπίδας ἡμῖν βεβαιοῦν, ἀλλ’ ἃ μηδεὶς ἂν ἤλπισε, τού- τοις ἐπιχειρεῖν καὶ δύο τὰ χείριστα ἐργάζε- σθαι. σαυτὸν μὲν γὰρ πονηρότατον ἀποφαίνεις,
δι’ ὧν δὲ αὐτὸς ἀδικεῖς, τούτοις ἡμᾶς ἀπολ- λύεις.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.