λείαν εἰς τοὺς ἀρχομένους τάττοιτο. οὐ καλῶ κυβερ- νήτην ἐγὼ τὸν καταδύοντα τὸ σκάφος οὗ τοὺς οἴακας ἐπιστεύθη οὐδὲ τὸν ἐν οἷς ἐπιτηδεύει δεικνύντα τοῖς ναύταις ὡς ἀμελητέον εἴη τοῦ πλοίου οὐδέ γε τὸν ἃ μηδεὶς τῶν ναυτῶν πλημμελεῖ, περὶ ταῦθ’ ἑκόντα πο-
νηρὸν ὄντα. Ἀλέξανδρος τοίνυν ἄρχειν ἀξιῶν τῶν ἄλλων Τρώων ἃ μηδεὶς τῶν ἀρχομένων ἐτόλμησε, ταῦτα ἑαυτῷ προσήκειν ἡγήσατο.
Ἀλέξανδρος οὔθ’ Ἕλενος οὔτε Δηίφοβος οὔτ’ ἄλλος οὐδεὶς τῶν Πριάμου παίδων κρατεῖ τῶν ὑμετέρων πραγμάτων, ἀλλὰ Πρίαμος αὐτός. καὶ τοῦτο οὐκ ἀκοῇ μόνον ἔστιν εἰδέναι, ἀλλὰ καὶ τοῖς ὁρωμένοις δῆλον 1 2 καθίσταται καὶ χωρὶς τούτων τοῖς ἁπανταχοῦ Ι
νενομισμένοις. ταῦτα δέ ἐστι τί; τοὺς παῖδας τοῦ βασιλέως περιόντος μὲν αὐτοῖς τοῦ πατρὸς ἰδιωτεύειν, ἀπελθόντος δὲ εἰς τὴν ἐκείνου τάξιν παριέναι τὸν πρε- σβύτατον, ἄλλως τε εἰ καὶ δεινὸς εἴη χρήσασθαι πράγ-
μασιν, ἅπερ ἀμφότερα τὸ σκῆπτρον εἰς Ἕκτορα περιά- ξειν ἔοικε. τοσοῦτον <οὖν> ἀπέχει τοῦ νῦν βασιλεύειν, ὥστε οὐδὲ ἐν ἐλπίσιν ἐστὶ τοῦ πράγματος, εἰ γε ζῶντος μὲν καὶ ὄντος Πριάμου οὐδεὶς εἰς τοῦτο τῶν ἐκείνου παίδων κληθήσεται, τελευτήσαντος δὲ
Ἕκτωρ γένεται τῆς ἀρχῆς τοῦ πατρὸς κληρονόμος.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.