ἕκαστον, ὅπου γε καὶ τοὺς ἑκάστων βασιλέας οὐκ εὐχερές; ἀλλ’ ἐν κεφαλαίῳ λέγω. πᾶσα μὲν ἧκεν ἡ Βοιωτία, πᾶσα δὲ ἡ Πελοπόννησος, Ἀργὸς Πελασγικόν, 1 2 3 4 ἡ τούτων ἐχομένη, ἐπὶ τούτοις Εὔβοια, Κρήτηι Κε- φαλληνία, Σαλαμίς, Ἀθῆναι, πολλοὶ μὲν ἠπειρῶται, πολλοὶ δὲ ἀπὸ τῶν νήσων. καὶ τῶν ἀρχόντων οἱ μὲν ἀνδρίᾳ νικῶσιν, οἱ δὲ συνέσει κρατοῦσι, παρὰ δὲ τοῖς
ἀμφοτέρων ἡ κτῆσις καὶ τοὺς αὐτοὺς εὕροι τις ἂν καὶ συμβουλεῦσαι δεινοὺς καὶ πολεμῆσαι κρατίστους. οἴεσθε δέ τινα καὶ σοφὸν εἶναι παρ’ αὐτοῖς, εἰ δὲ βούλεταί τις, καὶ πανοῦργον, ἱκανὸν τὰ μὲν ἐκ τοῦ φανεροῦ κατεργάσασθαι, τὰ δὲ κλέψαι λανθάνοντα.
ἑτέρους κακίζειν προχείρως μικροψυχίας ἄν τινος εἴη, δεῖ δὲ ὅμως χρήσασθαι παρρησίᾳ, τοὺς δὲ λόγους τῆς ἀνάγκης νομιστέον.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.