πολλοῦ γὰρ χρόνου διελθόντος ἀφ’ οὗ τὴν γῆν ἄν- θρωποι νέμονται καὶ πολλῶν ἤδη συστάντων πολέμων, τῶν μὲν πρὸς ὁμόρους, τῶν δὲ ἐπὶ τῆς ὑπερ- R IV 34 ὀρίας, οὐδεὶς οὔθ’ ἑώρακεν οὔτ’ ἀκήκοεν οὕτω πολλὴν κίνησιν τοῖς Ἕλλησι γεγενημένην. οὔτε γὰρ ναῦς οὔτε
ἵππος οὔτε ἀνὴρ ὅπλα φέρειν δυνάμενος, οὐκ ἄρχων, οὐκ ἰδιώτης, οὐ τοξότης, οὐ ψιλὸς ἀπολείπεται τοῦ στόλου, ἀλλὰ πάντες πανταχόθεν ἀνήχθησαν. οὕτω πολὺς ἔρως τοῖς Ἕλλησιν ἐνέπεσεν ὑπὲρ τῶν δικαίων μάχεσθαι.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.