τοῦτον διέκεισθε τὸν τρόπον, ἀλλ’ ἐπειδὴ ταῦθ’ ὑμᾶς δικαίως ὁρῶμεν ἐπιτηδεύοντας, οὐκ ἂν βουλοίμεθα τὴν πόλιν ὑμῖν ἐξ ἡμισείας εἶναι δικαίαν οὐδὲ τὰ ἄλλα ἀνεγκλήτους ὄντας ἐν τοῖς περὶ τὴν Ἑλένην δοκεῖν ἁμαρτάνειν. πάντων γὰρ ἀτοπώτατον τῆς μὲν ἐγχεορή-
σεως καὶ τῶν ἔργων ἀφεστηκέναι, ἐν δὲ τῇ περὶ τῶν πεπραγμένων βουλῇ τῆς αἰτίας τοῖς πεποιηκόσι κοινω- νῆσαι.
συναλγοῦντας, δεῖ δὲ τόν γε ἀληθῶς ἀπλοῦν καὶ γεν- ναῖον οὐ πλάττεσθαι τὴν καλοκἀγαθίαν, ἀλλ’ ἐπὶ τῶν ἔργων τοῖς ἠδικημένοις ἀμύνειν καὶ τοῦ νόμου τῆς ἐκκλησίας διδόντος παρρησίαν ἀποδοῦναι κελεύειν τὴν Ἑλένην, ἀλλ’ οὐκ ἰδίᾳ σεμνολογεῖσθαι τὴν πρᾶξιν
δημοσίᾳ μὴ αἰτιώμενον.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.