οὐδενὸς δὲ μέρει τὸ θεῖον ἑκτέον ἀπλῶς τε νομιστέον καὶ εἰκῆ φέρεσθαι τὰ ἀνθρώπινα καὶ τὸ προστυχὸν ἰσχύειν, τῆς δὲ τοῦ βελτίονος τάξεως μηδὲν εἶναι τὸ κέρδος τοῖς οὕτω ζῆν ἐθέλουσι. καὶ τί δεῖ δικαιοσύνην
ἀσκεῖν, πρᾶγμα ἐπιζήμιον, ἐξὸν προτιμήσαντας πονη- ρίαν ἡδονὴν ἀκίνδυνον καρποῦσθαι; εἰ δὲ ταῦτα μὲν οὐδὲ λέγειν καλόν, ἦ που γε τὸ πράττειν οὐκ ἄξιον. ἀλλ’ εἰ τοῖς μὲν ὁσίοις αἱ βελτίους ἐλπίδες ἀπόκεινται, τοῖς δὲ ἑτέρως ζῆν ᾑρημένοις καὶ τὰ παρόντα δυσχερῆ
5 delevi καὶ τὰ μέλλοντα φόβου μεστά, πολὺ δήπου κάλλιον, ὦ Τρῶες, ἐκείνης εἶναι τῆς μερίδος ἣ τὰ χρηστὰ προξε- νεῖ.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.