κράτει, τοῦ μὲν ἠκούσατε κἀν τῷ δικαστηρίῳ φιλοσο- φοῦντος, οὔτε γὰρ ἔκλαυσεν οὔθ’ ἱκέτευσεν οὐδὲ αἰ- σχρὰν οὐδὲ ἀναξίαν φιλοσοφίας σωτηρίαν εὕρατο, ἀλλὰ πείθεται τῷ πρὸς ταύτην ἄγοντι τὴν τελευτὴν θεῷ καὶ τοῖς ἕνδεκα εὐδαιμόνως ἠκολούθησε καὶ παρῆλθε φαι-
1 2 3 4 δρὸς εἰς τὸ δεσμωτήριον ὡς εἰς Λύκειον, ὡς εἰς Ἀκα- Mor p. 200 δημίαν, | ὡς ἐπὶ τὸν Ἰλισσόν, ὡς ἐπὶ τὰς ἄλλας αὑτοῦ διατριβάς, ἔμελλε δὲ κἀκεῖ φθέγξεσθαι καὶ λα- λήσειν. πῶς δὲ οὐκ ἄν τις ἄνθρωπος ὢν καὶ ζῶν ἔτι;
ὁ δὲ καὶ προθύμως τοῖς ἑταίροις συμφιλοσοφεῖ, Σω- κράτης γάρ ἐστι καὶ δεδεμένος οὐδὲ κατέπληξεν αὐτὸν ἡ τοῦ σώματος συμφορά, καὶ τοιούτους διεξέρχεται λόγους οὕτω θείους καὶ καλούς, ὥστε εἰ πάντες ὑμεῖς αὐτῶν ἠκούσατε, πάντως ἂν αὐτὸν ἐλύσατε.
ὁ μὲν γὰρ συγχωρεῖ παρεῖναι παρὰ Σωκράτην, οἱ δὲ ἀνόνητον ποιοῦσιν ἡμῖν τήν τε σωτηρίαν αὐτοῦ καὶ καινὰ δεσμὰ ταῦτα εὑρίσκουσιν ἐπὶ Σωκράτην, μὴ χεῖρας μόνον καὶ πόδας δεδέσθαι πρὸ τοῦ θανάτου Σωκράτην, ἀλλὰ καὶ τὴν γλῶτταν αὐτοῦ.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.