φαντηθεὶς καὶ λαβὼν αἰτίας ψευδεῖς καὶ τῆς αὑτοῦ φιλοσοφίας ἀναξιωτάτας ἀπολεῖται Σωκράτης ἁπάντων μὲν ἀνθρώπων θεοσεβέστατος γενόμενος, ἀπάντων δὲ ὠφελιμώτατος τοῖς νέοις, καὶ τοῖς μὲν νόμοις τῆς πόλεως
πεισθεὶς ἀεὶ καὶ πολιτευόμενος καὶ στρατευόμενος, τοῖς δὲ τυράννοις καὶ ταῖς ὀλιγαρχίαις ἀντιπαραταξάμενος, μόνος χρήματα τῆς συνουσίας καὶ μισθὸν μὴ πραξάμενος 1 2 τοὺς φοιτῶντας αὐτᾷ καὶ ἰδίων μὲν φύσεων πονηρῶν ὡς οἷόν τε ἦν κρείττων γενόμενος, πολλοὺς δὲ καὶ ἄλλους ἀγαθοὺς ἡμῖν ἀπεργασάμενος, καὶ τὴν πόλιν εὐδόκιμον καὶ περίβλεπτον ἐν τοῖς Ἕλλησι ποιῶν τοῖς τε ξένοις τοῖς ἀμφ’ αὐτὸν ἀφικνουμένοις καὶ τοῖς λό-
γοις τοῖς πανταχόσε παρ’ αὐτοῦ διαπεμπομένοις.
σίας βλάβης τῇ πόλει, καὶ τοῦτ’ εὖ οἶδα, ὅτι μετέ- γνωσαν ἂν οἱ δικάσαντες, εἴ τις αὐτοῖς δευτέραν παρεῖχε περὶ τῶν αὐτῶν κρίσιν, ὧσπέρ ποτε καὶ περὶ Μιτυλήνης μετέγνωτε.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.