τῆς τελευτῆς ἐφεστώσης φιλοσοφεῖ. λεγέτω καὶ δεδε- μένος. ἐγὼ καὶ Ξενοφῶντα ἐπῄνεσα, ὅτι κἀκεῖνος ἐν Θήβαις δεδεμένος οὐκ ἠμέλησε τῶν Προδίκου λόγων, ἀλλ’ ἐγγυητὴν καταστήσας ἐπὶ τὴν ἀκρόασιν ἦλθε. σὺ δὲ ἀξιοῖς φιλοσοφώτερον εἶναι διδασκάλου τὸν μαθη-
τὴν καὶ Σωκράτην σιωπᾶν ἀναγκάζεις παυσόμενον αὐτίκα; τί δ’ αὐτὸν ὅμοιον ποιεῖς λυπουμένῳ; λεγέτω μάλιστα πρὸ τῆς τελευτῆς, ὅτι καὶ ἐγγυτέρω τῆς ἀλη- θείας γίνεται.
Σωκράτης· ᾄδουσι μὲν πρὸ τῆς τελευτῆς κύκνοι καὶ 1 τὴν | ψυχὴν ἀφιᾶσιν ἐν τῷ μέλει, μουσικὸς δὲ 2 3 θάνατος ὄρνιθος μουσικοῦ. ἔα δὲ ᾄδειν καὶ τὴν ἀηδό- να τὴν Ἀττικὴν καὶ τὸν κύκνον. ὁμόδουλός ἐστιν ἐκείνων Σωκράτης, καὶ οὗτος Ἀπόλλωνος ἱερός. σὺ μὲν ἀνεῖπές ποτε, ὦ Πύθιε· | ἀνδρῶν ἁπάν- 4 τῶν Σωκράτης σοφώτατος. ὁ δὲ σοφώτατος κε-
λεύεται νῦν ἀσόφως ἀποθανεῖν.
θανάτου σιωπᾶν ἐκελεύετο, ἀλλ’ ἐξῆν αὐτῷ καὶ λέγειν καὶ γράφειν, καὶ γράψας ἐπὶ τοῦ ξύλου τοῦ ναυτικοῦ τὴν ἑαυτοῦ τύχην ἔπεμψε τῷ ἑαυτοῦ πατρὶ Ναυπλίῳ τὴν ἐπιθανάτιον ἐπιστολήν.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.