τας αὐτοῖς, ἀνθρώποις Ἠλείοις καὶ Κείοις καὶ Ἀβδη- 2 3 ρίταις καὶ Λεοντίνοις, τὸν δὲ Ἀθηναῖον Σωκράτην μηδὲ πρὸ τοῦ θανάτου λαλεῖν;
τὰς διατριβὰς τῶν καλῶν ἀμουσία καθέξει καὶ σιωπή. οὐκ ἐν τοῖς γυμνασίοις ἐρεῖ Σωκράτης, οὐκ ἐν ταῖς στοαῖς, οὐκ ἐν τῇ βασιλείῳ διαλέξεταί τισιν, οὐκ ἐπὶ τῆς ποικίλης, οὐκ ἐν ταῖς | τραπέζαις, οὐκ ἐν 4 τοῖς δικαστηρίοις, οὐκ ἐν Ἀγάθωνος, οὐκ ἐν Καλλίου,
οὐκ ἐν Δάμωνος, οὐκ ἐν ἄστει Σωκράτης, οὐκ ἐν Πειραιεῖ, οὐχ ὑπὲρ Ἰλισσὸν ὑπὸ τῇ πλατάνῳ τῇ καλῇ, ἀλλ’ ἐκεῖ μὲν οἱ τέττιγες ᾄσονται, οὐκ ἐν Ποτιδαίᾳ | Σωκράτης, οὐκ ἐπὶ Δηλίῳ, οὐ περὶ δικαιοσύνης 5 πρὸς Θρασύμαχον, οὐ περὶ σωφροσύνης πρὸς Χαρμίδην,
οὐχ ὑπὲρ ἀνδρίας πρὸς Λάχητα, οὐχ ὑπὲρ φιλαδελφίας πρὸς Χαιρεφῶντα, οὐχ ὑπὲρ ἀρετῆς πρὸς Μένωνα, οὐχ ὑπὲρ τοῦ καλοῦ πρὸς Ἱππίαν, οὐ περὶ ῥητορικῆς 6 7 πρὸς Γοργίαν, οὐ πρὸς Πρωταγόραν περὶ τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων, οὐχ ὑπὲρ <τοῦ> ὁσίου πρὸς Εὐθύφρονα, οὐ πρὸς Ξενοφῶντα <τερὶ τοῦ μὴ> φι- λεῖσθαι τὸν καλόν. ἐμφορηθήσεσθε τῆς ἐρημίας Σω-
κράτους. πολλὰς ὑμῖν σιωπήσει σιωπάς.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.