τοῦ πολλὰ μὲν ἀκοῦσαι, πολλὰ δὲ εἰπεῖν ὡς ἂν αὐτίκα παυομένης ταύτης τῆς ἐξουσίας. ἀνεπίφθονον γὰρ εἰπεῖν ὅσα βούλεται μέλλοντά γε εὐθὺς σιωπήσεσθαι σιωπὴν μακράν.
γὰρ Θηραμένης ἀπέθανε σιγῶν. ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς βουλευτικῆς ἑστίας πολλὰ πρότερον εἰπών. οὐδὲ ἐπὶ τῆς ὀλιγαρχίας πιόντων κώνειον πεντακοσίων 2 σχεδὸν ἐπὶ χιλίοις, ὧν ἕνεκα Σωκράτους | οὐδὲ εἶς ἀπέθανεν, ἐπὶ Λέοντα γὰρ πεμφθεὶς τὸν Σαλαμί-
νιον ἀπελθεῖν οὐκ ἠθέλησεν οὐδὲ ἦγε τοῖς τυράννοις ἄνθρωπον ἀποθανούμενον ὁ νῦν τεθνηξόμενος οὗτος, τοσούτων οὖν γενομένων τῶν τότε ἀπολωλότων σιωπῇ τὸ φάρμακόν φασι πιεῖν μηδένα. μήτε γὰρ φθέγξα- σθαι μήτε μαρτύρασθαι πρὸ τῆς τελευτῆς μηδὲ ἓν μη-
δένα οὐ Δρακοντίδης ἐκέλευσεν, οὐ Πείσων, οὐ Χαρι- κλῆς, οὐκ ἄλλος αὐτῶν.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.