μὲν μόνοις ἀπηγόρευσε Σωκράτην τοῖς νέοις διαλέγε- σθαι, οὔτοι δὲ παντάπασι μὴ λέγειν, ἀλλ’ ἀπέχεσθαι τῶν εἰκόνων καὶ] τῶν νομέων καὶ τῶν βουκόλων χαλεπαίνων τῆς Σωκράτους εἰκόνος, τὸ κακῶν εἶναι νομέων τὴν ποί-
μνην ἐλαττοῦν, ὅν δὴ κατὰ τῶν τυράννων ἐτύγχανε Σωκράτης εἰρηκὼς λόγον· σὺ δὲ καθόλου μηδὲν δια- λέγεσθαι Σωκράτην, μηδὲ τῷ δεσμοφύλακι μηδὲ τῇ Ξανθίππῃ μηδὲ τοῖς παιδίοις, | ἀλλ’ ἂν ἔρηταί 1 τι Λαμπροκλῆς ἢ Σωφρονίσκος τὸν πατέρα, μηδὲν
ἀποκρινεῖται Σωκράτης, ἀλλὰ περιμενεῖ τὸ κώνειον ἐγκεχαλινωμένος καὶ τῆς κοινῆς ἅπασιν ἀνθρώποις καὶ 2 3 4 5 δυστυχέσι καὶ πονηροῖς ἀδείας στερούμενος;
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.