ἐν τῇ λήξει τῆς Ἀθηνᾶς μηδ’ ἀναμείνητε θέαμα δεινὸν καὶ τῆς πόλεως ἀλλότριον, ἐκφερόμενον μὲν ἀπὸ τοῦ δεσμωτηρίου Σωκράτην, ἔρημον δὲ τὸ ἄστυ τῆς ἐκεί- νου φωνῆς, ὧσπέρ τινος ἀηδόνος, τοὺς δ’ ἑταίρους ἐν μὲν τῷ θάπτειν σιγῇ καταρωμένους ὑμῖν, ἔπειτα δὲ
φεύγοντας ἄλλον ἄλλοσε, τοὺς μὲν εἰς Μέγαρα, τοὺς δὲ εἰς Κόρινθον, τοὺς δὲ εἰς Ἦλιν, τοὺς δὲ εἰς Εὔ- βοιαν, μεταφέροντας ἑτέρωσε τὸ τῆς Ἀττικῆς ἄνθος. λέγοντας παρ’ οὓς ἴοιεν· δέχεσθε τοὺς Ἀθήνηθεν, ὦ ἄνδρες, φυγάδας, οὐ προδότας οὐδ’ ἀστρα-
τεύτους οὐδὲ τὴν ὥραν ἀποδομένους οὐδ’ ὧν ἐν τοῖς νόμοις αἰ τιμωρίαι τετολμηκότας οὐδέν, ἀλλ’ ἐγκαλουμένους ἔρωτα λόγων καὶ παιδείας. ταῦτα πέπεικε Λύκων, ταῦτ’ εἰσηγήσατο Μέλη- 3 4 5 6 τος, ἐπὶ τούτοις Ἄνυτος ἐδίωκεν. εἴδομεν | Σωκράτην κρινόμενον, εἴδομεν κατεγνωσμένον, εἴδομεν δεδεμένον, εἴδομεν ἀποθνήσκοντα. ταῦ- τα παρῄνεσε φεύγειν, ταῦτα ζητῆσαι καταφυγήν.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.