σαντος τοῦ θυμοῦ καὶ λογισμῷ τοῦ πράγματος ὁρω- μένου πολλὰ στενάξειν οἶμαι πάντας καὶ μέμψεσθαι καὶ κατηγόροις καὶ ψήφῳ καὶ πᾶσι καὶ σφίσιν αὐτοῖς, ὅταν ἡ φωνὴ Σωκράτους, ὅταν αἱ διατριβαὶ τὴν μνή- μην εἰσίωσιν, ὅταν οἱ συνήθεις ἐκείνῳ πενθῶσιν, 1 | ὅταν οἱ φίλοι κλάωσιν, ὅταν οἶ ξένοι καταπλέωσι 11 μὲν ὧς συνεσόμενοι τἀνδρί, τεθνεῶτα δὲ εὑρόντες ζητῶσι τὸν τάφον, ὅταν ἕτερος πρὸς ἕτερον λέγῃ δει- κνὺς ἅμα τὸν τόπον· ἐνταῦθα περὶ σωφροσύνης ἐποιήσατό ποτε λόγους, ἐνταῦθα περὶ ἀν-
δρίας, ἐνταῦθα περὶ δικαιοσύνης. Πρόδικον ἐν- ταῦθα λέγων ἐνίκα, Πρωταγόραν ἐκεῖ, τὸν Ἠλεῖον ἄλλοθι, τὸν Λεοντῖνον ἑτέρωθι.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.