τοι παιδοτρίβας ἴσμεν ἐν τοῖς στεφάνοις τῶν ἀθλητῶν οὔτ’ ἀχθομένους πρὸς αὐτοὺς οὔθ’ ὑβριζομένους ὑπ’ αὐτῶν, ἀλλ’ ἄμφω συνηδομένους ἀλλήλοις, Σωκράτης 1 2 δὲ οὕτως ἦν ἆτ’ ὀπὸς, ὥσθ’ ὁρῶν αὑτοῦ τὴν σπουδὴν τετελεσμένην καὶ τοὺς νόμους ἀσθενεῖς καὶ τὸν δῆμον οὐδαμοῦ καὶ Κριτίαν τύραννον ἔψεγεν ἀρχὴν ἢν ἀποῦσαν ἐζήτει, καὶ κινδυνεύειν ᾑρεῖτο μᾶλλον ἢ τοῖς
ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν;
σὺ καταγνοίης Πλάτωνος; τί δ’ ἂν Κρίτωνος; τί δ’ Αἰσχίνου; τί Χαιρεφῶντος; τί μυρίων ἑτέρων; ποίας οὗτοι φιλίας προὔδοσαν; ποίοις πολεμίοις συνεύξαντο; 3 τίνας νόμους ἀνεῖλον; τίνας τυράννους | κατέ- στησαν; ἢ τὰ ἔπη μὲν συνείλοχας οἷς ἤλπισας ἐξαπα-
τήσειν, ἃ δ’ ἀφιστάμενος τῶν ποιητῶν διελέγετο Σω- κράτης ὑπερπεπήδηκας; οὐχ ὑπὲρ ἐγκρατείας πρὸς Ἀρίστιππον διείλεκται πείθων μὴ δουλεύειν τῇ γαστρί; οὐ Λαμπροκλεῖ μητρὸς ἀμελοῦντι διδάσκων ἡλίκα χρέα γονεῦσιν ὀφείλομεν; τέ κάλλιον ὧν ὑπὲρ διαλλαγῶν 4 5 6 πρὸς Χαιρεκράτην καὶ τὸν ἀδελφὸν διεξῆλθε; τί βέλτιον ὧν περὶ φίλων πρὸς Ἀντισθένην;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.