ἐποίησεν εἶναι, ἀδικεῖ; καὶ τοὺς μὲν οἰκέτας, ἐφ’ οὓς οὐδὲν δεῖ δικαστηρίου καὶ γραφῆς, ἀλλ’ ἐξουσία τοῖς δεσπόταις μύλωνος, πεδῶν, μαστίγων, στίξαι, στρεβλῶ 1 2 3 σαι, τούτους μέν, ἂν ὦσι πονηροί, οὐκ ἂν μεταβά- λοιμεν τοῖς αἰκισμοῖς, τῶν δ’ ἐλευθέρων καὶ φρόνημα παρὰ τῆς εὐγενείας ἐχόντων δεσπότης ἦν ἀκριβέστερος Σωκράτης ἢ τῶν ἀργυρωνήτων ὑμεῖς;
κράτην. ὑμᾶς ἀφείλετο τὴν | παρρησίαν. καὶ 4 γὰρ ἐκεῖνον τὰς εἰωθυίας συνουσίας. ἆρ’ οὖν ὑμῖν, εἰ μαθητὴς ἀκριβῶς ἦν Σωκράτους καὶ τῶν ἐκείνου καὶ λόγων καὶ τρόπων λίαν ἐπιθυμητής, τοιούτους <ἂν> ἀποδοῦναι δοκεῖ τῷ διδασκάλῳ τοὺς μισθοὺς καὶ παρ-
ἑλέσθαι τοῦ βίου τὴν τάξιν ἐν ᾗ τοσοῦτον ἐβεβιώκει χρόνον, καὶ ὁ μὲν κακῶς λέγειν τὴν ἀρχήν, ὁ δ’ οἷς μάλιστα λυπήσειν ἔμελλεν ἐπιτάττειν, ἀλλ’ οὐκ ἂν ὁ μὲν τὴν ὠμότητα θαυμάζειν, εἴπερ ταύτην ἐδίδασκεν, ὁ δ’ ἀντιτιμᾶν τοὺς παρασκευάσαντας;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.