μέτριον εἶναι, σώφρονα, ἐπιεικῆ, παίζειν ἂν ἔδοξε τοῖς λόγοις οὐ τοιοῦτος ἐπὶ τῶν ἔργων δεικνύμενος καὶ καλὰ νομίζειν ὡς ἀληθῶς οὐχ ἅπερ ἔφασκεν, ἀλλ’ ἐν οἷς ἐφαίνετο ζῶν. ὥστε μᾶλλον ἀμελήσαντες τῶν λόγων ἐκεῖνα ἐζήλωσαν ἄν. οὐδὲ γὰρ ἂν τοῦτο δὴ ὑπέλαβον,
ὡς Σωκράτης ἃ τοῖς ἄλλοις ἄγαν προὐξένει, τούτων ἂν αὑτὸν ἀπεστέρει καὶ τοῖς μὲν ὁμιλοῦσιν ἐδήλου τὰς ἐπὶ τὸ βέλτιον ὁδούς, αὐτὸς δὲ ᾑρεῖτο τὴν πρὸς τὰ χείρω φέρουσαν.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.