ὁρῶμεν ἀπεχόμενον τῶν ἀλλοτρίων ἀγαθῶν, ἀλλὰ τὸν μὲν διακόπτοντα συζυγίας, τὸν δὲ τοίχους διορύττοντα, καὶ ὅλως ἐν τοῖς τοιούτοις ἀκολουθοῦντα τὰ ἔργα τοῖς λόγοις. εἰ δέ τις ἐφ’ ἃ τοὺς ἄλλους ἄγειν ἀξιοῖ, τού- των αὑτὸν ὧς πορρωτάτω φυλάττοι, τὴν ἐκ τῶν λόγων
συμβουλὴν τῇ παρὰ τῶν ἔργων λέλυκε τῷ μὲν ἀσθε- νεστέρῳ παρακαλέσας, τῷ κρείττονι δὲ ἀποτρέψας. οἷον εἴ τις ἐπιδιδόναι τῷ δήμῳ χρήματα παραινῶν αὐτὸς φείδοιτο τῶν αὑτοῦ, κεκώλυκε τὴν ἐπίδοσιν οἶς περὶ 1 2 3 τῶν ἑαυτοῦ βεβούλευται. εἰ <δέ> τις ἐν μάχη πίπτειν τοῖς ἐναντίοις κελεύων ἐπὶ τοῖς λόγοις τούτοις λείποι τὴν τάξιν, πάντας ἐποίησε δειλοὺς ἔργῳ φοβή- σας μᾶλλον ἢ θρασύνας τῷ λόγῳ. καὶ ὅλως ἐν τοῖς 4 τοιούτοις σύμβουλος Ι πιθανὸς ὁ πρῶτος τῶν
πράξεων ὧν ἔχεσθαι συνεβούλευσεν ἁπτόμενος.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.