οὐδὲν αὐτοῦ τοῦ σώματος ἰσομέτρητον τῇ σάλπιγγι, μᾶλλον δὲ οὐδὲ ἅπαν τὸ σῶμα. πολλά δὲ καὶ παρα- λείπω, τόξον, βέλος, ἀκόντιον, δόρυ, σμινύην, ἄρο- 1 τρον, ἃ τοὺς | χρωμένους ἀκρωτηριάσεται τοῦ σοῦ νικῶντος δόγματος. εἰ γὰρ ἐν οἶς ὀργάνων ἄν-
θρωποι προσδέονται δεῖ τοσοῦτον ἀποκόπτεσθαι τοῦ σώματος, ὁπόσον ἐστὶ τὸ ὄργανον, οἱ μὲν τὸν Ἱππο- λόχου δέξονται θάνατον, τοὺς δέ, εἰ μὴ μέλλουσι δώσειν δίκην, ἴσους δεῖ τοῖς Ἀλωέως γενέσθαι παισίν, ὥστε καὶ τῶν μηχανημάτων ἃ προσάγουσι τοῖς τείχεσιν 2 3 εἷναι δίκην λαβεῖν. ὁρᾷς οἷ τὸ πρᾶγμα βαδίζει διὰ τὴν ὀργήν σου τὴν κατὰ τῆς βλαύτης;
βέλτιστε, τοιοῦτόν ἐστιν, ὥστε μόλις εἰς τὰ ἀναγκαῖα σχολῆς ἀπολαύειν. ὁ γὰρ Ἑρμῆς ἐπιὼν ἀποσπᾷ καὶ τραπέζης καὶ λουτρῶν καὶ δεῖ πάσας ἀφελόντα τὰς ἔξωθεν ἡδονὰς προσηλῶσθαι τοῖς λόγοις. ὅθεν δὴ καὶ τοῖς πολλοῖς δύσκολος εἶναι δοκῶ οἷα δὴ τὴν
ἀνάγκην ἤ με καθείρξασα ἔχει μὴ προσενθυμουμένοις. ἐγὼ δὲ καὶ τῆς ὑγιείας προδότης γεγένημαι τῇ περὶ τοὺς πόνους ἀπληστίᾳ, καὶ νουθεσίαις οἰκείων καὶ φίλων οὐδὲν ἐνδιδοὺς παραπαίειν δοκῶ. πῶς οὖν ἔμελλον καταλήψεσθαι θέαν καὶ καλοῦσιν ὀρχησταῖς
ὑπακούσεσθαι τοιούτοις οἴκοι δεδεμένος παιδικοῖς;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.