εἰς εὐρυθμίαν. οὗτος δ’ ἀπὸ ψιλοῦ τοῦ ποδὸς οὐκ ἂν ἀποχρῶν εἴη. δεῖ δή τινα κανόνα σιδηροῦν ἀπὸ τῆς βλαύτης ὁρμώμενον ἀρκοῦσαν ἠχὴν ἐργάσασθαι. διὰ τοῦτ’ ἄρα τούς συντελεῖς παραιρῇ τὸν πόδα καὶ 1 2 3 μιμῇ τὴν παλαιὰν ὠμότητα συμβουλεύων πόδας ἀπο- κόπτειν, ὡς χεῖράς τινες, μᾶλλον δὲ καὶ χεῖρας ἐκ τῶν αὐτῶν λογισμῶν καὶ κεφαλάς, χεῖρας μὲν ὅσαι σεῖστρα φέρουσιν, ἐπειδὴ τοῦ κρότου τοῦ δι’ αὐτῶν ἐζήτησάν
τι πλέον, κεφαλὰς δέ, διότι κυνῆν ἐπέθεντο καὶ ὑπὲρ αὐτῆς ἀνέστησαν λόφους.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.