τί δεῖ μακρολογεῖν; οἶς γὰρ ἐπιστούμην ὑπὸ τῆς ὀρ- χήσεως οὐ διεφθάρθαι τοὺς θεατάς, ἐν ᾧ καὶ τῶν ἀρχόντων ἐμνήσθην, ταῦτα καὶ τὸν ὑπὲρ τῶν [ἄλλων] ᾀσμάτων ἔλεγχον ἔχει. οἱ γὰρ μετὰ τῆς ὀρχήσεως καὶ τῶν ᾀσμάτων κεκοινωνηκότες εἰ πεφήνασιν ἀγαθοί,
μαρτυροῦσι μηδέτερον αἴτιον εἶναι διαφθορᾶς. εἰ γάρ 1 2 ἡ μὲν ὄρχησις οὐκ ἦν κακόν, τὰ δὲ ᾄσματα, πάντως ἄν, εἰ μὴ παρ’ ἐκείνης, ἔκ γε α τούτων νῦν δὲ οὐ διεφθάρησαν. ἑκάτερον ἄρα τοῦ λυμαίνεσθαι κεχώρισται. σὺ δὲ σεμνότερος εἶ τοῦ δέοντος καὶ
περικόπτεις ὥσπερ λειμῶνος τὰ τῆς εἰρήνης ἡδέα.
γὰρ τῶν ἀπὸ τοῦ ποδὸς συντελούντων τοῖς δρωμένοις τούτοις, φησίν, ὅσον τῆς βλαύτης περίεστι, τοσοῦτον ἐχρῆν ἀφαιρεῖν τῶν ποδῶν. διὰ τί, πρὸς θεῶν; ἤ διὰ τοῦτο μόνον, διότι σοι τοῦτο δέ- δοκται; εἶτα τὴν τοῦ ῥήτορος τάξιν ἔχων ἁρπάζεις 3 τὴν τοῦ δικαστοῦ τὸ μὲν ὧς ἀδικοῦσι | δεικνύειν
φυγών, ἃ δ’ ἐχρῆν παθεῖν, εἴπερ ἑάλωσαν, λέγων, μὴ 4 5 6 7 σύ γε, ἀλλ’ ἔλεγχε μέν. καὶ γὰρ διώκεις, τῆς ζημίας δὲ ἕτερος ὁριστής. ἀλλ’, οἶμαι, αἰ, τοὺς ἐγείροντας ψόφον οὐκ ἔχων εἰπεῖν ὧς εἰς μαλακίαν ἄγουσιν ἀπορίᾳ τῶν ἐλέγχων τὴν τιμωρίαν ἔταξε.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.