γὰρ διῃρημένοι ταῖς σπουδαῖς, οἱ μὲν ὡς τοῦτον, οἱ δὲ ὡς ἐκεῖνον, οἱ δὲ ὡς ἕτερον, βοὴν μὲν ἐγείρωσι τραχεῖαν, συμπεσόντες δὲ ἐρίζωσι προτιθεὶς ἕκαστος τῶν ἄλλων ὂν ᾕρηται τὼ χεῖρε μὲν παρ’ αὑτοῖς ἔχοντες διὰ τὸ σωφρονεῖν, λόγῳ δὲ μαχόμενοι διὰ τὸ ἐρρῶσθαι,
τότε τοὺς ὁρῶντας διδάσκουσιν ὧς οὐ σφόδρα γεγό- νασι μαλθακοὶ διὰ τῶν ᾀσμάτων.
ἡμῖν καὶ αὐτός. τῶν γὰρ δὴ παίδων τινὲς διακονοῦντες δεσπόταις εἰς ἀγορὰν τρέχοντες κἀκεῖθεν οἴκαδε τῶν ᾀμάτων ἅττα ἂν διασώσωνται διά τῶν στενωπῶν σπεύ- δοντες ᾄδουσιν, ὥστε καὶ τοῖς μὴ βουλομένοις ἀκούειν 4 5 6 ἀνάγκην ἀκούειν εἶναι καὶ τῇ συνεχείᾳ παρὰ τοῖς οὐκ ἐθέλουσιν ἀκούειν τὴν μνήμην ἐνίοτε πήγνυσθαι. διε- φθάρης οὖν καὶ αὐτός. ἤ κατὰ τὸν Ζάμολξιν ὑπὸ γῆς ἐδιῃτῶ καὶ διέφευγες τὴν ἅλμην; ἤ κηρὸν ἐμβαλὼν τοῖς ὠσὶ περιῄεις καὶ τὰς Σειρῆνας παρέπλεις; καὶ
μὴν κατηγορεῖς γε τῶν ᾀσμάτων. τοῦτο δὲ οὐκ ἂν ἀρνήσαιο μὴ δικαίως ποιεῖν, εἰ μὴ πᾶν, ὡς ἔοικε, | τὸ ἐν αὐτοῖς βλαβερὸν ἐξήτακας. τοῦτο δὲ οὐκ 7 ἔστιν ἀνηκόῳ τῶν ᾀσμάτων ποιῆσαι. γέγονας τοίνυν ἀκροατὴς τῶν ᾀσμάτων καὶ τὴν ἀσπίδα ἔρριψας.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.