μοι προδοσία τις εἶναι Σύρον ὄντα καὶ αὐτὸν καὶ λέγειν ἴσως δυνάμενον σιγῆσαι καὶ μὴ τοῖς ὑπέρ τοῦ πράγματος λόγοις ἐξελέσθαι καὶ τὸ πᾶν ἔθνος αἰτίας.
τοίνυν μοι τοῖς κατὰ τοῦ πράγματος λόγοις οὐχ ὁρῶν ἐνοῦσαν ἀφθονίαν ἐπὶ τὴν Σπάρτην καταφεύγειν καὶ τὰ πάτρια τῆς Λακεδαίμονος, ἵνα τὴν ἐκείνων σπάνιν τοῖς τῶν ἀκουόντων ἐπαίνοις ἀποκρύψῃ καὶ τὸν λόγον ἀπὸ τῆς ἐκεῖ στενοχωρίας εἰς πεδίον ἐξαγάγῃ Βρασίδας 1 2 3 4 καὶ Λεωνίδας καὶ Λυκούργους καὶ Ἡρακλέας καὶ Διοσ- κούρους ἄνω καὶ κάτω στρέφων, ἐπεὶ καὶ τὸ τοὺς μίμους συνάψαι τοῖς ὀρχησταῖς οὐ μάλα θαρροῦντός ἐστι τῷ κατά τῶν ὀρχηστῶν λόγῳ. τί γὰρ ἔδει τοὺς κεχωρισμένους τοῖς πράγμασιν εἰς μίαν ἄγειν ὑπό-
θέσιν ἐξὸν χωρὶς ἑκατέρῳ προσελθόντα χρήσασθαι πρὸς ἐπίδειξιν τῇ τομῆ;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.