ζητεῖν οἰήσομαι δεῖν· ὅτι δὲ οὐκ ἔλαθέ με τεχνάζων Ἀριστείδης ἐν τῇ μίξει τῶν ἐπιτηδευμάτων, τοῦτ ἐβουλήθην ἐνδείξασθαι καὶ ἅμα παραινέσαι τοῖς ἀκού- ουσι τῶν ἐκείνου φυλάττεσθαι τὰς ἐπιβουλάς.
ἐκεῖνό γε τίς οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν εἰς Ἕλληνας τελούντων, ὅτι φησὶν Ἡσίοδος τἀς Μούσας ἐν Ἑλι- κῶνι τὰ ᾄσματα πλαττούσας οὐκ ἀμελεῖν ὀρχήσεως; καί τε πε.ρὶ κρήνην ἰοειδέα πόσσ’ ἁπαλοῖσιν
ὀρχεῦνται τιμῶσαι διά τῆς ὀρχήσεως, οἶμαι, τὴν κρή- νην ἢν ἠξίωσαν αὑταῖς εἶναι λουτρόν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.