Νέσσον. εἶδε τὴν Δάφνην φεύγουσαν, ἀλλά καὶ τὸν Ἀπόλλω διώκοντα. εἶδε τὴν Ἀταλάντην οὐκ ἄνευ γε τοῦ Μελεάγρου. Φαίδραν ὀρχηστὴς ἐποίησεν ἐρῶσαν, ἀλλὰ καὶ τὸν Ἱππόλυτον προσέθηκεν, ἐγκρατῆ νεανίσκον. Βρισηὶς ἀπάγεται τῆς Ἀχιλλέως σκηνῆς, ἀλλ’ ὑπὸ τῶν
κηρύκων. εἶδες τὸ γύναιον, εἶδες καὶ τοὺς ἄνδρας. ἅρμα εἶδες ἐπὶ θαλάττης, Ποσειδῶνος δῶρον, νύμφην κομίζον ἆθλον ἱππικῆς ἀγωνίας. ἐν τῷ αὐτῷ δίφρῳ καὶ τὸν Πέλοπα κατόψει.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.