κείου σχήματος, ταῦτα ἡ ὄρχησις ἀπολαβοῦσα καὶ τά τοῖς ἀνδράσι προσήκοντα φυγοῦσα καθάπαξ ἐπὶ τού- των ἐποιεῖτο τὴν διατριβὴν καὶ τοῦτο ἦν ἡ τέχνη, γυναικῶν μίμησις, οὐδ’ οὕτω μὲν ἂν διέφθειρε γεν- ναίαν φύσιν, ἴσως δ’ ἂν εἰκότως ἐπετιμᾶτο τὸ μὴ τὴν
1 2 μίμησιν ἑκατέραν ἐν τῇ τέχνῃ συλλαβεῖν, ἐν ᾧ κἂν τὸ τῆς ψυχαγωγίας πλέον καὶ τὸ μὴ δοκεῖν ἀτιμάζεσθαι τὸ τῶν ἀνδρῶν γένος ἦν· εἰ δὲ δείκνυσι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα καὶ πυκνὴ μετάστασις ἐφ’ ἐκά- 3 τερον καὶ πρὶν δεῖξαι | τὴν γυναῖκα καθαρῶς,
ἀπεπήδησεν εἰς ἄνδρα , τί τέμνων δίχα τὴν ὄρχησιν καὶ τὰ μὲν παραλείπων, τὰ δὲ προφέρων διορύττεις τὸ πρᾶγμα;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.