εἶναι πυγμήν, μὴ εἶναι παγκράτιον, καθαρεύειν τοὺς γυμνικοὺς ἀγῶνας ἀθλητῶν, εἰ τοὺς θεωμένους ποι- οῦσιν ἀγριωτέρους; ὅτι τὸν ἐντυχόντα παίειν φύσεως ἐστιν ἀγριωτέρας, οὐ λύμη τρόπων ἐκ τῶν ἀγώνων
γεγενημένη, ταὐτὸ δὴ καὶ περὶ τῶν ἐκλελυμένων μένων δο- κείτω περὶ τὴν φύσιν αὐτούς οὐκ εὐτυχεῖν, οὐκ ἐκ τῆς θέας τῶν ὀρχηστῶν εἰς τὴν φύσιν βεβλάφθαι.
λοῦσιν εὐδοκιμεῖν, μιμεῖσθαι, τὸ δὲ μιμεῖσθαι κα- λῶς τοῦτο ἔστι δήπου τῆς ἀληθείας ὅτι ἐγγυτάτω γενέσθαι. οὐκοῦν, ἅ παρὰ τούτοις ἔστιν ἰδεῖν ἐν ἡμέρας μικρῷ μέρει κατὰ μίμησιν, ταῦθ’ ἡμῖν συν- 2 3 4 εχῶς ἐπὶ τῆς ἀληθείας διὰ παντὸς ὁρᾶται τοῦ χρό- νου. πᾶσα γοῦν οἰκία γυναικῶν πλήρης, εἰ δὲ γυ- ναικῶν, καὶ νευμάτων. τοῖς γὰρ ἔργοις, οἶμαι, καὶ τὸ νεύειν ἀναμέμικται. καὶ γάρ προστάττουσα καὶ δεο-
μένη καὶ ὑπισχνουμένη καὶ φοβουμένη καὶ λοιδοροῦσα καὶ διά πάντων ἰοῦσα νῦν μὲν μετὰ νευμάτων φθέγ- ξεται, νῦν δὲ καὶ χωρὶς λόγων νεύσει. τοῖς δὲ ἀν- δράσιν οὐκ ἔστι μὴ ταῦτα ὁρᾶν οἶς ἀνάγκη συνεῖναι. ἀλλ’ ὅσοις ὀφθαλμοί, πάντως καὶ θέα γυναικείων νευ-
μάτων.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.