τῶν θεωμένων διαφθορά, ῥᾷστον ἀπάντων ἰδεῖν. τίς γὰρ οὐκ οἶδεν, ὡς ἡμέρας ὅλας ἀναλίσκομεν ἐν θεά- τροις πλήθει καὶ ποικιλίᾳ θεαμάτων, οὗ πύκτας ἔστιν ἰδεῖν, ἑτέρους μονομαχοῦντας ἢ θηρίοις ὁμόσε χω- ροῦντας, ἄλλους κυβιστῶντας; ἆρ’ οὖν εὐθὺς ἐκ τῆς
θέας εἰς τὸ παραπλήσιοι γενέσθαι τοῖς ὁρωμένοις ἐρ- χόμεθα; καὶ διὰ μὲν τοὺς πύκτας θρασυνόμεθα, διὰ δὲ τοὺς ἐν ὅπλοις ἐρῶμεν φόνων; οἱ κυνηγέται δέ ἡμᾶς ἤγειραν λέοντα δέχεσθαι; κουφότεροι δὲ πηδᾶν ὑπὸ τῶν κυβιστώντων γεγόναμεν; καὶ τίς ἢ τῷ πλησίον 1 2 3 ἐνεῖδέ τι τούτων ἢ αὐτὸς αὐτῷ;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.