σεως οὗτοι γενέσθαι πατέρες ἐπὶ τὸ πάντα μιμεῖσθαι τῶν ἀνθρώπων τοὺς εὐτραπέλους ταῖς ἑαυτῶν μετα- στάσεσιν ἐνάγοντες. οὐ γὰρ ἔτι αἰσχρὸν ἐδόκει τὸ πάσας δέχεσθαι μορφάς μετὰ τοὺς θεούς.
τούς, ὡς μὲν ἐγὼ φαίην ἄν, οὐ διεφθαρμένους, ὧς δὲ ὁ σὸς λόγος, ἀπολωλότας. οἳ δικαίως ἄν μοι δο- κοῦσιν ἀπαντῆσαί σοι πρώτοις ἐκείνοις. ἡμεῖς, Ἀρι- στείδη, γυναῖκας ἔχοντες καὶ παῖδας τρέφοντες καὶ τά ἡμέτερα αὐτῶν καὶ τὰ κοινὰ διοικοῦντες ἀναπαύλης
εἵνεκα πρὸς τὸ θέατρον ἰόντες καθήμεθα σκοποῦντες, εἴ τι κάλλους ἔπεστι τοῖς δεικνυμένοις, κἄν τις ἀπὸ τῆς ὀρχήσεως τέρψις εἰς τὴν ψυχὴν εἰσέλθῃ διά τῶν 5 6 ὀμμάτων, ἡδίους ἀπερχόμεθα γεγενημένοι καὶ πάλιν τῶν ἐπιπόνων ἁπτόμεθα φροντίδων βουλῆς, προνοίας, λόγων, ἔργων. ἔπειτα τούτοις πιεσθέντες ἐπὶ τὴν αὐ- τὴν τέρψιν ἀναβαίνομεν ἐξετάζοντες θέσιν ποδῶν, φορὰν χειρῶν, νευμάτων ἃ διαβάλλεις εὐαρμοστίαν,
ὅλως τοῦ παντὸς εὐσχημοσύνην.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.