μασιν ἀφανίσαντα τὴν φύσιν. καίτοι προσῆκεν, εἰ τὰ τοιαῦτα βλάπ·τειν ἴσχυε, φαυλότατον ἐλθεῖν εἰς Τροίαν ἡγεῖσθαι τὸν Ἀχιλλέα. νῦν δὲ εἰς ἐκεῖνον τὸν τὰ παρθένων ἀνασχόμενον τὰ πάντα τοῖς Ἕλλησιν ἀνέ- κειτο καὶ οἱ πόρρω τῶν γυναικείων σχημάτων τοῦ ταῦτα
ὑποδύντος ἐδέοντο, ὥσπερ τῆς Ὀδυσσέως φρονήσεως μετὰ τὴν πεπλασμένην μανίαν. οὐδὲ γὰρ ἐκείνῳ τὴν σύνεσιν ἔβλαψεν ἃ περὶ τὸ ζεῦγος ἐπλάττετο. οὕτως οὔτε βάδισις οὔτε προσωπεῖον οὔτε σχῆμα στολῆς οὔτε κουρᾶς εἶδος οὔτ’ ἄλλο τῶν ἀπάντων οὐδὲν κυριώ-
τερον ἄν ποτε τῆς προαιρέσεως γένοιτο.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.