ὑπ’ ἐκείνου τεθεῖσι νόμοις ἀκολουθεῖν ἔχει τινὰ τῷ θέντι τιμήν ὁ γὰρ δὴ μάλιστα τοῖς ὑπὸ τῶν προ- τέρων γεγραμμένοις ἐναντία διεξελθὼν καὶ ταύτῃ πλέον ἢ τοῖς ἄλλοις εὐδοκιμηκὼς καὶ μὴ τὸν χρόνον ἀξιῶν 1 2 πλέον φέρεσθαι τῆς ἀληθείας οὗτός ἐστιν. ὥσθ’ ὁ μέν ἀντιλέγειν τοῖς τοῦδε κατοκνῶν ἐπιλαμβάνεται τῆς γνώμης καθ’ ἢν ἠξίου τοῖς προτέροις ἀντιλέγειν | 3 ἐκεῖνος, ὁ δὲ τοῦτο πρὸς Ἀριστείδην ποιῶν ὃ παρά
τοῦδε πρὸς τοὺς ἔμπροσθεν γεγένηται, τῷ τοῖς παρα- δείγμασιν ἀκολουθεῖν ἔπαινον τῶν ἔργων τῶν ἐκείνου παρέχεται τὸν ζῆλον.
ἀναγνώσει τὸν λόγον ἵστη λέγων ὧς οὐ δέχεται ταῦτα ὁ Λυκοῦργος οὐδ’ ἔστιν ἐν οἷς ἐκεῖνος ἔγραψεν οὐδὲ πάτριον αὐτοῖς οὐδὲ ἔννομον, ἴσως μὲν καὶ τότ’ ἂν εἶχον ἀντιθεῖναι λόγον· τί φής; μεταπεπτωκότων τῶν καιρῶν καὶ τοσαύτης ἐπὶ πάντα καινό-
τητος ἐλθούσης καὶ τῶν ἐθῶν τῶν μὲν ἐκκε- χωρηκότων, τῶν δὲ ἀντεισηγμένων καὶ τῆς Σπάρτης ἀντὶ τοῦ κὰτ ἄμφω τῶν Ἑλλήνων ἄρχειν μετὰ τῶν ἄλλων ὑπακουούσης οἷς βέλ- τιον τῶν παλαιῶν αὐτός τε μέμνησαι συλλαβῶν 4 5 6 7 καὶ τοὺς ὑποτελεῖς φόρου κελεύεις ἐν οἷς ἡνίκα ἐκράτουν | ἔζων, ταῦτα μελετᾶν ἐν ᾧ τὴν 8 τοῦ κρατεῖσθαι μετειλήφασι τάξιν;
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.